Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.120 Joseph. AJ 20.124 (English) >>Joseph. AJ 20.130

20.123οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν. 20.124ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη. 20.125

Σαμαρέων δὲ οἱ πρῶτοι πρὸς Οὐμμίδιον Κοδρᾶτον τῆς Συρίας προεστηκότα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν Τύρῳ τυγχάνοντα παραγενόμενοι κατηγόρουν τῶν Ἰουδαίων, ὡς τὰς κώμας αὐτῶν ἐμπρήσειαν καὶ διαρπάσειαν, 20.126καὶ περὶ μὲν ὧν αὐτοὶ πεπόνθασιν οὐχ οὕτως ἀγανακτεῖν ἔφασκον, ὡς ὅτι Ῥωμαίων καταφρονήσειαν, ἐφʼ οὓς κριτὰς ἐχρῆν αὐτοὺς εἴπερ ἠδίκουν παραγενέσθαι, νῦν ὡς οὐκ ἐχόντων ἡγεμόνας Ῥωμαίους καταδραμεῖν· ἥκειν οὖν ἐπʼ αὐτὸν ἐκδικίας τευξόμενοι. 20.127ταῦτα μὲν οὖν οἱ Σαμαρεῖς κατηγόρουν. Ἰουδαῖοι δὲ καὶ τῆς στάσεως καὶ τῆς μάχης αἰτίους γεγονέναι Σαμαρεῖς ἔφασαν, πρὸ πάντων δὲ Κουμανὸν δώροις ὑπʼ αὐτῶν φθαρέντα καὶ παρασιωπήσαντα τὸν τῶν ἀνῃρημένων φόνον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.120 Joseph. AJ 20.124 (English) >>Joseph. AJ 20.130

Powered by PhiloLogic